Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.315 Joseph. AJ 15.321 (English) >>Joseph. AJ 15.325

15.318πάλιν οὖν αὐτῷ τῶν πραγμάτων πρὸς ἐπίδοσιν εὐθηνουμένων βασίλειον ἐξῳκοδόμει περὶ τὴν ἄνω πόλιν ὑπερμεγέθεις οἴκους ἐγείρων καὶ κόσμῳ κατασκευάζων πολυτελεστάτῳ χρυσοῦ καὶ λίθων καὶ περιαλειμμάτων ὡς ἕκαστον αὐτῶν κλισίας μὲν ἔχειν παμπόλλους ἄνδρας ὑποδέχεσθαι κατὰ μέτρα δὲ καὶ τὰς προσηγορίας· μὲν γὰρ Καίσαρος, δὲ Ἀγρίππα κέκλητο. 15.319προσέλαβεν δὲ καὶ γάμον αὐτῷ κινηθεὶς ἐξ ἐρωτικῆς ἐπιθυμίας μηδένα τοῦ κατὰ τὴν οἰκείαν ἡδονὴν ζῆν ὑπολογισμὸν ποιούμενος. ἀρχὴ δʼ αὐτῷ τῶν γάμων ἐγένετο τοιάδε· 15.320Σίμων ἦν Ἱεροσολυμίτης υἱὸς Βοηθοῦ τινος Ἀλεξανδρέως, ἱερεὺς ἐν τοῖς γνωρίμοις, εἶχεν δὲ θυγατέρα καλλίστην τῶν τότε νομιζομένην. 15.321ὄντος οὖν λόγου παρὰ τοῖς Ἱεροσολυμίταις αὐτῆς τὸ μὲν πρῶτον ὑπὸ τῆς ἀκοῆς τὸν Ἡρώδη κεκινῆσθαι συνέβαινεν, ὡς δὲ καὶ θεασάμενον τῆς παιδὸς ἐξέπληξεν ὥρα, τὸ μὲν ἀπʼ ἐξουσίας χρώμενον διατελεῖν ἅπαν ἀπεδοκίμαζεν ὑποπτεύων ὅπερ ἦν, εἰς βίαν καὶ τυραννίδα διαβληθήσεσθαι, βέλτιον δʼ ᾤετο γάμῳ τὴν κόρην λαβεῖν. 15.322καὶ τοῦ Σίμωνος ὄντος ἀδοξοτέρου μὲν πρὸς οἰκειότητα, μείζονος δὲ καταφρονεῖσθαι, τὸν ἐπιεικέστερον τρόπον μετῄει τὴν ἐπιθυμίαν αὔξων αὐτοὺς καὶ τιμιωτέρους ἀποφαίνων· αὐτίκα γοῦν Ἰησοῦν μὲν τὸν τοῦ Φοαβιτος ἀφαιρεῖται τὴν ἀρχιερωσύνην, Σίμωνα δὲ καθίστησιν ἐπὶ τῆς τιμῆς καὶ τὸ κῆδος πρὸς αὐτὸν συνάπτεται.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.315 Joseph. AJ 15.321 (English) >>Joseph. AJ 15.325

Powered by PhiloLogic